Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.133 Joseph. AJ 18.139 (English) >>Joseph. AJ 18.144

18.137 δὲ θυγάτηρ αὐτῆς Σαλώμη Φιλίππῳ γαμεῖται Ἡρώδου παιδὶ τῷ τετράρχῃ τῆς Τραχωνίτιδος, καὶ ἄπαιδος τελευτήσαντος Ἀριστόβουλος αὐτὴν ἄγεται Ἡρώδου παῖς τοῦ Ἀγρίππου ἀδελφοῦ. παῖδες δὲ ἐγένοντο αὐτοῖς τρεῖς Ἡρώδης Ἀγρίππας Ἀριστόβουλος. 18.138τοῦτο μὲν δὴ τὸ Φασαήλου καὶ Σαλαμψιοῦς ἐστι γένος. Κύπρῳ δʼ ἐξ Ἀντιπάτρου θυγάτηρ γίνεται Κύπρος, καὶ αὐτὴν Ἀλεξᾶς Ἐλκίας γαμεῖ τοῦ Ἀλεξᾶ, καὶ αὐτῆς θυγάτηρ ἦν Κύπρος. Ἡρώδης δὲ καὶ Ἀλέξανδρος, οὓς ἀδελφοὺς ἔφην Ἀντιπάτρου, ἄτεκνοι τελευτῶσιν. 18.139Ἀλεξάνδρῳ δὲ τῷ Ἡρώδου παιδὶ τοῦ βασιλέως τῷ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένῳ Ἀλέξανδρος καὶ Τιγράνης ἐγεγόνεισαν υἱεῖς ἐκ τῆς Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατρός. καὶ Τιγράνης μὲν βασιλεύων Ἀρμενίας κατηγοριῶν αὐτοῦ ἐπὶ Ῥώμης γενομένων ἄπαις τελευτᾷ. 18.140Ἀλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς Ἀρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱός τε Ἀλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δʼ οὗτος Ἀντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα Ἰωτάπην, ἡσίοδός τε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα. 18.141καὶ τὸ μὲν Ἀλεξάνδρου γένος εὐθὺς ἅμα τῷ φυῆναι τὴν θεραπείαν ἐξέλιπεν τῶν Ἰουδαίοις ἐπιχωρίων μεταταξάμενοι πρὸς τὰ Ἕλλησι πάτρια· ταῖς δὲ λοιπαῖς θυγατράσιν Ἡρώδου τοῦ βασιλέως ἀτέκνοις τελευτᾶν συνέπεσεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.133 Joseph. AJ 18.139 (English) >>Joseph. AJ 18.144

Powered by PhiloLogic